1.

[9.183] εἰ δὲ ὁ Ποσειδῶν θεός ἐστι, καὶ ὁ Ἀχελῷος ἔσται θεός˙ εἰ δὲ ὁ Ἀχελῷος, καὶ ὁ Νεῖλος˙ εἰ ὁ Νεῖλος, καὶ πᾶς ποταμός˙ εἰ πᾶς ποταμός, καὶ οἱ ῥύακες ἂν εἶεν θεοί˙ εἰ οἱ ῥύακες, καὶ αἱ χαράδραι. οὐχὶ δὲ οἱ ῥύακες˙ οὐδὲ ὁ Ζεὺς ἄρα θεός ἐστιν. εἰ δέ γε ἦσαν θεοί, καὶ ὁ Ζεὺς ἦν ἂν θεός. οὐκ ἄρα θεοὶ εἰσίν.