1.

[9.184] καὶ μὴν εἰ ὁ ἥλιος θεός ἐστιν, καὶ ἡμέρα ἂν εἴη θεός˙ οὐ γὰρ ἄλλο τι ἦν ἡμέρα ἢ ἥλιος ὑπὲρ γῆς. εἰ δ' ἡμέρα ἐστὶ θεός, καὶ ὁ μὴν ἔσται θεός˙ σύστημα γάρ ἐστιν ἐξ ἡμερῶν. εἰ δὲ ὁ μὴν θεός ἐστι, καὶ ὁ ἐνιαυτὸς ἂν εἴη θεός˙ σύστημα γάρ ἐστιν ἐκ μηνῶν ὁ ἐνιαυτός. οὐχὶ δέ γε τοῦτο˙ τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς. σὺν τῷ ἄτοπον εἶναι, φασί, τὴν μὲν ἡμέραν θεὸν εἶναι λέγειν, τὴν δὲ ἕω καὶ τὴν μεσημβρίαν καὶ τὴν δείλην μηκέτι.