1.

[9.185] εἴγε μὴν ἡ Ἄρτεμις θεός ἐστιν, καὶ ἡ Ἐνοδία τις ἂν εἴη θεός˙ ἐπ' ἴσης γὰρ ἐκείνῃ καὶ αὕτη δεδόξασται εἶναι θεὰ ἡ Ἐνοδία καὶ ἡ Προθυριδία καὶ Ἐπιμύλιος καὶ Ἐπικλιβάνιος. οὐχὶ δέ γε τοῦτο˙ οὐκ ἄρα τὸ ἐξ ἀρχῆς.