1.

[9.188] εἰ δὲ ὁ Ἔλεος θεός ἐστι, καὶ ὁ Φόβος (
Frag. com. adesp. 154 (ed).

‘ ἀμορφότατος [γὰρ] τὴν ὄψιν (εἰμὶ γὰρ φόβος),
πάντων ἐλάχιστον τοῦ καλοῦ μετέχων θεός. ’εἰ δὲ ὁ φόβος, καὶ τὰ λοιπὰ τῆς ψυχῆς πάθη. οὐχὶ δέ γε ταῦτα˙ οὐδὲ ἡ Ἀφροδίτη ἄρα θεός ἐστιν. εἰ δέ γε ἦσαν θεοί, κἂν Ἀφροδίτη θεὸς ὑπῆρχεν˙ οὐκ ἄρα εἰσὶ θεοί.