1.

[9.189] καὶ μὴν εἰ ἡ Δημήτηρ θεός ἐστι, καὶ ἡ Γῆ θεός ἐστιν˙ ἡ γὰρ Δημήτηρ, φασίν, οὐκ ἄλλο τί ἐστιν ἢ Γῆ μήτηρ. εἰ ἡ Γῆ θεός ἐστι, καὶ τὰ ὄρη καὶ αἱ ἀκρώρειαι καὶ πᾶς λίθος ἔσται θεός. οὐχὶ δέ γε τοῦτο˙ τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς.