1.

[9.191] Ἀλλὰ τὰ μὲν ἀντεπιχειρούμενα παρὰ τοῖς δογματικοῖς φιλοσόφοις εἰς τὸ εἶναι θεοὺς καὶ εἰς τὸ μὴ εἶναι τοιαῦτά τινα καθέστηκεν. ἐφ' οἷς ἡ τῶν σκεπτικῶν ἐποχὴ συνεισάγεται, καὶ μάλιστα προσγενομένης αὐτοῖς καὶ τῆς ἀπὸ τοῦ κοινοῦ βίου περὶ θεῶν ἀνωμαλίας.