1.

[9.192] ἄλλοι γὰρ ἄλλας καὶ ἀσυμφώνους ἔχουσι περὶ τούτων ὑπολήψεις, ὥστε μήτε πάσας εἶναι πιστὰς διὰ τὴν μάχην μήτε τινὰς διὰ τὴν ἰσοσθένειαν, προσεπισφραγιζομένης τὸ τοιοῦτο καὶ τῆς παρὰ τοῖς θεολόγοις καὶ ποιηταῖς μυθοποιήσεως˙ πάσης γὰρ ἀσεβείας ἐστὶ πλήρης.