1.

[9.193] ἔνθεν καὶ ὁ Ξενοφάνης (21 B 11 Diels-Kranz) διελέγχων τοὺς περὶ Ὅμηρον καὶ Ἡσίοδόν φησι˙
‘πάντα θεοῖς ἀνέθηκαν Ὅμηρός θ' Ἡσίοδός τε
ὅσσα παρ' ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν. ’