1.

περὶ αἰτίου καὶ πάσχοντος.
[9.195] Περὶ μὲν τῆς τοῦ αἰτίου νοήσεως ἐν ἄλλοις (Cfr. §§ 4-12; PH III 13; M X 70 sqq.) ἀκριβέστερον διελέχθημεν˙ νῦν δὲ ἀρκούμενοι τῇ ὁλοσχερεῖ τούτου ἐπινοήσει λέγομεν, ὅτι τῶν σκεψαμένων περὶ αὐτοῦ οἱ μὲν ἔφασαν εἶναί τί τινος αἴτιον, οἱ δὲ μὴ εἶναι, οἱ δὲ μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι. καὶ εἶναι μὲν οἱ πλεῖστοι τῶν δογματικῶν ἢ πάντες σχεδόν, μὴ εἶναι δὲ οἱ τὴν μεταβλητικὴν καὶ τὴν μεταβατικὴν κίνησιν ἀνελόντες σοφισταί˙ οὐ χωρὶς γὰρ ταύτης ὑφίσταται τὸ ποιοῦν. μὴ μᾶλλον δὲ εἶναι ἢ μὴ εἶναι τὸ αἴτιόν φασιν οἱ ἀπὸ τῆς σκέψεως. καὶ ὅτι οὐκ ἀσκόπως, ἐκ τῶν εἰς ἑκάτερον ἐπιχειρουμένων πάρεστι μαθεῖν.