1.

[9.196] ἀρχὴ δὲ γινέσθω πρῶτον ἀπὸ τῶν ἀξιούντων εἶναί τί τινος αἴτιον.
Εἴπερ τοίνυν, φασίν (
SVF fr. II 337 (ed).
), ἔστι σπέρμα, ἔστι καὶ αἴτιον, ἐπείπερ τὸ σπέρμα αἴτιόν ἐστι τῶν ἐξ αὐτοῦ φυομένων τε καὶ γεννωμένων˙ ἔστι δέ γε σπέρμα, ὡς ἐκ τῶν σπειρομένων καὶ ζῳογονουμένων δείκνυται˙ ἔστιν ἄρα αἴτιον.