1.

[9.197] (§ 197 cfr. §§ 99-100) καὶ πάλιν˙ εἰ ἔστι τι φύσις, ἔστι τι αἴτιον˙ τῶν γὰρ φυομένων ἢ ἐκπεφυκότων αἴτιόν ἐστιν ἡ φύσις. ὑπάρχει δὲ αὕτη, ὡς ἀπὸ τῶν ἀποτελεσμάτων συμφανές˙ καὶ γὰρ ἄτοπον, φασίν, εἰς ἀνδριαντοποιοῦ μὲν ἡμᾶς ἐργαστήριον παρελθόντας καὶ θεασαμένους τῶν ἀνδριάντων τοὺς μὲν τελείους καὶ ἀπηρτισμένους, τοὺς δὲ ἡμιτελεῖς, ἄλλους δὲ ἀρχὴν ἔχοντας τυπώσεως, πιστεύειν ὅτι ἔστι τις τούτων τεχνίτης καὶ δημιουργός, εἰς δὲ τοῦτον τὸν κόσμον εἰσελθόντας καὶ γῆν μὲν ἐν μέσῳ θεωροῦντας, ὕδωρ δὲ μετὰ ταύτην, καὶ τρίτην ἀνάτασιν ἀέρος, οὐρανόν τε καὶ ἀστέρας λίμνας τε καὶ ποταμοὺς καὶ ζῴων παντοδαπῶν γένη καὶ φυτῶν ποικιλίας, μὴ ὑπολαμβάνειν εἶναί τινα καὶ τῆς τούτων δημιουργίας αἴτιον. τοίνυν εἰ ἔστι φύσις, ἔστι τι αἴτιον. ἀλλὰ μὴν τὸ πρῶτον˙ ἄρα τὸ δεύτερον.