1.

[9.198] καὶ ἄλλως˙ εἰ ἔστι τι ψυχή, ἔστιν αἴτιον˙ αὕτη γὰρ καὶ τοῦ ζῆν καὶ τοῦ θνῄσκειν αἰτία γίνεται, τοῦ μὲν ζῆν παροῦσα, τοῦ δὲ θνῄσκειν χωριζομένη τῶν σωμάτων. ἔστι δέ γε ψυχή, φασίν, εἴγε καὶ ὁ λέγων μὴ εἶναι ψυχὴν αὐτῇ προσχρώμενος τοῦτο ἀποφαίνεται˙ ἔστιν ἄρα αἴτιον.