1.

[9.199] πρὸς τούτοις˙ εἰ ἔστι θεός, ἔστιν αἴτιον˙ οὗτος γὰρ ἦν ὁ τὰ ὅλα διοικῶν. ἔστι δέ γε κατὰ τὰς κοινὰς ἐννοίας τῶν ἀνθρώπων θεός˙ ἔστιν ἄρα αἴτιον. καίτοι κἂν μὴ θεὸς ὑπάρχῃ, ἔστιν αἴτιον˙ τὸ γὰρ μὴ εἶναι θεοὺς διά τινα αἰτίαν γίνεται. καὶ τῷ οὖν ὑπάρχειν θεὸν καὶ τῷ μὴ ὑπάρχειν ἐπ' ἴσης ἀκολουθεῖ τὸ εἶναί τι αἴτιον.