1.

[9.200] (§§ 200-204 Cfr. PH III 17-19) πολλῶν γε μὴν γινομένων καὶ φθειρομένων αὐξομένων τε καὶ μειουμένων κινουμένων τε καὶ ἀκινητιζόντων, ἐξ ἀνάγκης ὁμολογεῖν δεῖ τὸ εἶναί τινα τούτων αἴτια, τὰ μὲν γενέσεως τὰ δὲ φθορᾶς, καὶ τὰ μὲν αὐξήσεως τὰ δὲ μειώσεως καὶ ἤδη κινήσεως ἢ ἀκινησίας.