1.

[9.203] [αἴτιον ἄρα τι ἔσται.] μηδενὸς δὲ ὄντος τοῦ κωλύοντος συστήσεταί ποτε ἐξ ἀνθρώπου ἵππος, καὶ οὕτως, εἰ τύχοι, ἐξ ἵππου φυτόν. κατὰ ταὐτὰ δὲ οὐκ ἀδύνατον ἔσται χιόνα μὲν ἐν Αἰγύπτῳ πήγνυσθαι, ἀβροχίαν δὲ ἐν Πόντῳ συμβαίνειν, καὶ τὰ μὲν τοῦ θέρους ἐν χειμῶνι γίγνεσθαι, τὰ δὲ τοῦ χειμῶνος ἐν θέρει συνίστασθαι. ὅθεν εἴπερ ᾧ ἕπεταί τι ἀδύνατον, καὶ αὐτὸ ἔσται ἀδύνατον, τῷ δὲ μὴ εἶναι αἴτιον ἕπεται πολλὰ τῶν ἀδυνάτων, ῥητέον καὶ τὸ μὴ εἶναι αἴτιον τῶν ἀδυνάτων ὑπάρχειν.