1.

[9.204] ὅ τε λέγων μὴ εἶναι αἴτιον ἤτοι χωρὶς αἰτίας τοῦτο λέγει ἢ μετά τινος αἰτίας. καὶ εἰ μὲν χωρίς τινος αἰτίας, ἄπιστός ἐστιν, μετὰ τοῦ ἀκολουθεῖν αὐτῷ τὸ μὴ μᾶλλον τοῦτο ἀξιοῦν ἢ τὸ ἀντικείμενον τούτῳ, αἰτίας εὐλόγου μὴ προϋποκειμένης, δι' ἥν φησιν ἀνύπαρκτον εἶναι τὸ αἴτιον. εἰ δὲ μετά τινος αἰτίας, περιτρέπεται, κἀν τῷ λέγειν μὴ εἶναί τι αἴτιον τίθησι τὸ εἶναί τι αἴτιον.