1.

[9.205] (§§ 205-206 Cfr. M VIII 281-282 et 466-467) ὅθεν καὶ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἐρωτᾶν ἔξεστι καὶ τὸν ἐπὶ τοῦ σημείου καὶ τῆς ἀποδείξεως διὰ τῶν ἔμπροσθεν ἀποδοθέντα λόγον (Cfr. PH II 3), ὃς ἕξει τὴν σύνταξιν τοιαύτην˙ ῾῾εἰ ἔστι τι αἴτιον, ἔστιν αἴτιον˙ ἀλλὰ καὶ εἰ μὴ ἔστι τι αἴτιον, ἔστιν αἴτιον˙ ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν˙ ἔστιν ἄρα.᾽᾽ τῷ τε γὰρ εἶναι αἴτιον ἀκολουθεῖ τὸ εἶναί τι αἴτιον, μὴ διαφέροντος παρὰ τὸ ἡγούμενον τοῦ λήγοντος,