1.

[9.206] τῷ τε μηδὲν εἶναι αἴτιον ἀκολουθεῖ πάλιν τὸ εἶναί τι αἴτιον, ἐπείπερ ὁ λέγων μηδὲν εἶναι αἴτιον ὑπό τινος αἰτίας κινηθεὶς λέγει μηδὲν εἶναι αἴτιον. ὥστε καὶ τὸ διεζευγμένον πρὸς τοῖς δυσὶ συνημμένοις ἀληθὲς γίνεσθαι ἐξ ἀντικειμένων διεζευγμένον, καὶ τὴν ἐπιφορὰν τοῖς τοιούτοις λήμμασι συνεισάγεσθαι, καθὼς ἀνώτερον παρεμυθησάμεθα (Cfr. M VIII 281sq. et 466).
Καὶ δὴ ταῦτα μέν, ὡς κεφαλαιωδέστερον εἰπεῖν, εἰς τοῦτο τὸ μέρος εἴωθε λέγεσθαι παρὰ τοῖς δογματικοῖς˙