1.

[9.207] (§§ 207-217 Cfr. PH II 13-29; DL IX 97 sqq.) σκοπῶμεν δὲ ἀκολούθως καὶ τοὺς τῶν ἀπορητικῶν λόγους˙ φανήσονται γὰρ καὶ οὗτοι τοῖς ἐκκειμένοις ἰσοσθενεῖς καὶ ἕνεκα πειθοῦς μὴ διαφέροντες αὐτῶν. τὸ αἴτιον τοίνυν, φασί, τῶν πρός τι ἐστίν˙ τινὸς γάρ ἐστιν αἴτιον καὶ 〈τινί〉, οἷον τὸ σμιλίον τινὸς μέν ἐστιν αἴτιον καθάπερ τῆς τομῆς, τινὶ δὲ καθάπερ τῇ σαρκί.