1.

[9.209] εἴπερ τε αἴτιον ἔστιν, ὀφείλει ἔχειν τὸ οὗ λέγεται αἴτιον, ἐπεὶ οὐκ ἔσται αἴτιον, ἀλλ' ὃν τρόπον τὸ δεξιὸν μὴ παρόντος τοῦ πρὸς ὃ λέγεται δεξιὸν οὐκ ἔστιν, οὕτω καὶ τὸ αἴτιον μὴ παρόντος τοῦ πρὸς ὃ νοεῖται οὐκ ἔσται αἴτιον. ἀλλὰ μὴν οὐκ ἔχει τὸ αἴτιον οὗ ἔστιν αἴτιον, διὰ τὸ μήτε γένεσιν μήτε φθορὰν μήτε πεῖσιν μήτε κοινῶς κίνησιν ὑπάρχειν, ὡς ἐπὶ τῶν οἰκείων γινόμενοι τόπων διδάξομεν (Cfr. §§ 218-231; M X 45 sqq. et 310 sqq.). οὐκ ἄρα ἔστιν αἴτιον.