1.

[9.210] Καὶ μὴν εἰ ἔστιν αἴτιον, ἤτοι σῶμα σώματός ἐστιν αἴτιον ἢ ἀσώματον ἀσωμάτου ἢ σῶμα ἀσωμάτου ἢ ἀσώματον σώματος˙ οὔτε δὲ σῶμα σώματος, ὡς παραστήσομεν, οὔτε ἀσώματον ἀσωμάτου οὔτε σῶμα ἀσωμάτου οὔτε ἐναλλὰξ ἀσώματον σώματος˙ οὐκ ἄρα ἔστιν αἴτιον.