1.

[9.211] ἀμέλει καὶ αἱ γιγνόμεναι τῶν δογματικῶν στάσεις συμφωνοῦσι τῇ ἐκκειμένῃ διαιρέσει, εἴγε 〈οἱ〉 Στωικοὶ (
SVF fr. II 341 (ed).
) μὲν πᾶν αἴτιον σῶμά φασι σώματι ἀσωμάτου τινὸς αἴτιον γίνεσθαι, οἷον σῶμα μὲν τὸ σμιλίον, σώματι δὲ τῇ σαρκί, ἀσωμάτου δὲ τοῦ τέμνεσθαι κατηγορήματος, καὶ πάλιν σῶμα μὲν τὸ πῦρ, σώματι δὲ τῷ ξύλῳ, ἀσωμάτου δὲ τοῦ καίεσθαι κατηγορήματος.