1.

[9.212] οἱ δὲ ἀσώματον ὑποθέμενοι τὸν κόσμον, οἷον καὶ τὸν πάντα διοικοῦντα θεόν, τοὐναντίον ἀσώματον σώματος λέγουσιν ὑπάρχειν τὸ αἴτιον. ὁ δ' Ἐπίκουρος καὶ σώματα σωμάτων καὶ ἀσώματα ἀσωμάτων φησὶν αἴτια τυγχάνειν, καὶ σώματα μὲν σωμάτων ὡς τὰ στοιχεῖα τῶν συγκριμάτων, ἀσώματα δὲ ἀσωμάτων ὡς τὰ τοῖς πρώτοις σώμασι συμβεβηκότα ἀσώματα τῶν τοῖς συγκρίμασι συμβεβηκότων ἀσωμάτων.