1.

[9.214] σῶμα μὲν οὖν σώματος οὐκ ἂν εἴη ποτὲ αἴτιον, ἐπείπερ ἀμφότερα τὴν αὐτὴν ἔχει φύσιν˙ καὶ εἰ τὸ ἕτερον αἴτιον λέγεται παρόσον ἐστὶ σῶμα, πάντως καὶ τὸ λοιπὸν σῶμα καθεστὼς αἴτιον γενήσεται. κοινῶς δὲ ἀμφοτέρων αἰτίων ὄντων οὐδέν ἐστι τὸ πάσχον, μηδενὸς δὲ πάσχοντος οὐδὲ τὸ ποιοῦν γενήσεται. εἰ ἄρα σῶμα σώματός ἐστιν αἴτιον, οὐδέν ἐστιν αἴτιον.