1.

[9.221] εἰ γὰρ τὸ ἓν δύο γενέσθαι δυνατὸν ἦν, καὶ ἑκάτερον τῶν γενομένων ἓν ὂν δύο ἀποτελέσει, καὶ τῶν τεσσάρων ἕκαστον ἓν ὂν δύο ποιήσει, καὶ ὁμοίως τῶν ὀκτὼ ἕκαστον, καὶ οὕτως εἰς ἄπειρον. παντελῶς δέ γε ἄτοπόν ἐστι τὸ ἐξ ἑνὸς ἄπειρα λέγειν γίνεσθαι˙ ἄτοπον ἄρα καὶ ἐκ τοῦ ἑνὸς λέγειν τι πλεῖον γεννᾶσθαι.