1.

[9.222] τὰ δ' αὐτὰ κἂν ἀξιῷ τις ἐκ τῶν ἡσσόνων κατὰ σύνοδον πλείονα ἀποτελεῖσθαι˙ εἰ γὰρ τὸ ἓν τῷ ἑνὶ συνελθὸν τρίτον ποιεῖ, καὶ τὸ τρίτον προσγενόμενον τοῖς δυσὶ τέταρτον ἀποτελέσει, καὶ τὸ τέταρτον προσγενόμενον τοῖς τρισὶ πέμπτον ἀποτελέσει, καὶ οὕτω πάλιν εἰς ἄπειρον (Cfr. M IV 21-34). οὐκοῦν σῶμα μὲν σώματος οὐκ ἔστιν αἴτιον.