1.

[9.227] Καὶ πάλιν˙ εἰ ἔστι τί τινος αἴτιον, ἤτοι τὸ μένον τοῦ μένοντος αἴτιόν ἐστιν ἢ τὸ κινούμενον τοῦ κινουμένου ἢ τὸ κινούμενον τοῦ μένοντος ἢ τὸ μένον τοῦ κινουμένου˙ οὔτε δὲ τὸ μένον τῷ μένοντι γένοιτ' ἂν μονῆς αἴτιον, οὔτε τὸ κινούμενον τῷ κινουμένῳ κινήσεως, οὔτε τὸ μένον τῷ κινουμένῳ μονῆς, οὔτε ἐναλλάξ, ὡς παραστήσομεν˙ οὐκ ἄρα ἔστι τι αἴτιον.