1.

[9.228] τὸ μὲν οὖν μένον τῷ μένοντι μονῆς καὶ τὸ κινούμενον τῷ κινουμένῳ κινήσεως οὐκ ἂν ὑπάρχοι αἴτιον δι' ἀπαραλλαξίαν. ἀμφοτέρων γὰρ ἐπ' ἴσης μενόντων ἢ ἀμφοτέρων κατ' ἴσον κινουμένων οὐ μᾶλλον τόδε τῷδε ἐροῦμεν εἶναι αἴτιον μονῆς καὶ κινήσεως ἢ τόδε τῷδε. εἰ γὰρ τὸ ἕτερον, ὅτι κινεῖται, τῷ ἑτέρῳ τῆς κινήσεως αἴτιον ὑπάρχει, ἐπεὶ καὶ τὸ ἕτερον ὡσαύτως κινεῖται, λεχθήσεται τῷ λοιπῷ κινήσεως εἶναι παρεκτικόν. οἷον˙ κινεῖται ὁ τροχός, κινεῖται δὲ καὶ ὁ τροχηλάτης˙ τί οὖν μᾶλλον διὰ τὸν τροχὸν καὶ ὁ τροχηλάτης κινεῖται ἢ ἀνάπαλιν διὰ τὸν τροχηλάτην ὁ τροχός; εἴ γέ τοι τὸ ἕτερον μὴ κινοῖτο, οὐδὲ τὸ λειπόμενον κινήσεται. ὅθεν εἰ αἴτιόν ἐστιν οὗ παρόντος γίνεται τὸ ἀποτέλεσμα, ἐπεὶ ἀμφοτέρων παρόντων γίνεται τὸ ἀποτέλεσμα καὶ οὔτε τοῦ τροχοῦ ἀπόντος τελειοῦται οὔτε τοῦ τροχηλάτου, ῥητέον μὴ μᾶλλον τὸν τροχηλάτην αἴτιον εἶναι τῆς κινήσεως τῷ τροχῷ ἢ τὸν τροχὸν τῷ τροχηλάτῃ.