1.

[9.229] καὶ πάλιν μένει ὁ στῦλος, μένει δὲ καὶ τὸ ἐπιστύλιον. ἀλλ' οὐ μᾶλλον διὰ τὸν στῦλον ῥητέον μένειν τὸ ἐπιστύλιον ἢ διὰ τὸ ἐπιστύλιον τὸν στῦλον˙ τοῦ ἑτέρου γοῦν ἀρθέντος καὶ τὸ ἕτερον καταφέρεται. ὥστε τὸ μὲν μένον τῷ μένοντι μονῆς καὶ τὸ κινούμενον τῷ κινουμένῳ κινήσεως διὰ τοῦτο οὐκ ἂν εἴποιμεν αἴτιον.