1.

[9.230] ὡσαύτως δὲ οὐδὲ τὸ μένον τῷ κινουμένῳ κινήσεως ἢ τὸ κινούμενον τῷ μένοντι μονῆς δι' ἐναντιότητα φύσεως˙ καθὰ γὰρ τὸ ψυχρὸν οὐκ ἔχον τὸν τοῦ θερμοῦ λόγον οὐδέποτε δύναται θερμαίνειν, καὶ ὡς τὸ θερμὸν μὴ ἔχον τὸν τοῦ ψυχροῦ λόγον οὐδέποτε δύναται ψύχειν, οὕτως οὐδὲ τὸ κινούμενον, μὴ ἔχον τὸν τοῦ μένοντος λόγον, οὐδέποτε δύναται μονῆς εἶναι ποιητικόν, ἢ τὸ ἀνάπαλιν.