1.

[9.232] (§§ 232-236 Cfr. PH III 26-28) Πρὸς τούτοις, εἰ ἔστι τί τινος αἴτιον, ἤτοι τὸ ἅμα ὂν τοῦ ἅμα ὄντος ἐστὶν αἴτιον ἢ τὸ πρότερον τοῦ ὕστερον ἢ τὸ ὕστερον τοῦ πρότερον˙ οὔτε δὲ τὸ ἅμα ὂν τοῦ ἅμα ὄντος αἴτιόν ἐστιν οὔτε τὸ πρότερον τοῦ ὕστερον οὔτε τὸ ὕστερον τοῦ πρότερον, ὡς παραστήσομεν˙ οὐκ ἄρα ἔστι τι αἴτιον.