1.

[9.234] οὐδὲ τὸ πρότερον δὲ ἔσται τοῦ ὕστερον γενομένου ποιητικόν. εἰ γὰρ ὅτε ἔστι τὸ αἴτιον, οὔπω ἔστι τὸ οὗ ἐστιν αἴτιον, οὔτε ἐκεῖνο ἔτι αἴτιόν ἐστι, μὴ ἔχον τὸ οὗ αἴτιόν ἐστιν, οὔτε τοῦτο ἔτι ἀποτέλεσμα, μὴ συμπαρόντος αὐτῷ τοῦ οὗ ἀποτέλεσμά ἐστι˙ τῶν γὰρ πρός τι ἑκάτερόν ἐστι τούτων, καὶ τὰ πρός τι κατ' ἀνάγκην δεῖ συνυπάρχειν ἀλλήλοις καὶ ου τὸ μὲν προηγεῖσθαι τὸ δὲ ὑστερεῖν.