1.

[9.240] εἰ γὰρ τὸ ἕτερον πρὸς τῷ ἑτέρῳ νοεῖται, ὧν τὸ μὲν ποιοῦν τὸ δὲ πάσχον, ἔσται μία μὲν ἔννοια, δυεῖν δ' ὀνομάτων τεύξεται, τοῦ τε ποιοῦντος καὶ πάσχοντος˙ καὶ διὰ τοῦτο οὐ μᾶλλον ἐν αὐτῷ ἢ ἐν τῷ λεγομένῳ πάσχειν ἐγκείσεται ἡ δραστήριος δύναμις. ὡς γὰρ αὐτὸ οὐδὲν δύναται ποιεῖν χωρὶς τοῦ λεγομένου πάσχειν, οὕτως οὐδὲ τὸ λεγόμενον πάσχειν δύναται χωρὶς τῆς ἐκείνου παρουσίας πάσχειν.