1.

[9.241] ὥσθ' ἕπεται τὸ μὴ μᾶλλον ἐν αὐτῷ ἢ ἐν τῷ πάσχοντι ὑποκεῖσθαι τὴν δραστήριον τοῦ ἀποτελέσματος δύναμιν. οἷον (ἔσται γὰρ σαφὲς τὸ λεγόμενον ἐπὶ ὑποδείγματος), εἴπερ τὸ πῦρ καύσεώς ἐστιν αἴτιον, ἤτοι αὐτοτελῶς καὶ τῇ ἰδίᾳ μόνον προσχρώμενον δυνάμει καύσεώς ἐστι ποιητικόν, ἢ συνεργοῦ δεῖται πρὸς τοῦτο τῆς καιομένης ὕλης.