1.

[9.242] καὶ εἰ μὲν αὐτοτελῶς καὶ τῇ ἰδίᾳ φύσει ἀρκούμενον ποιεῖ τὴν καῦσιν, ἐχρῆν καὶ πάντοτε ἔχον αὐτὸ τὴν ἰδίαν φύσιν διὰ παντὸς καίειν. οὐχὶ δὲ πάντοτε καίει, ἀλλὰ τινὰ μὲν καίει τινὰ δὲ οὐ καίει˙ οὐκ ἄρα αὐτοτελῶς καὶ τῇ ἰδίᾳ φύσει προσχρώμενον καίει.