1.

[9.243] εἰ δὲ σὺν τῇ ἐπιτηδειότητι τῶν καιομένων ξύλων, πόθεν ἔχομεν λέγειν, ὅτι αὐτό ἐστι τῆς καύσεως αἴτιον, ἀλλ' οὐχ ἡ ἐπιτηδειότης τῶν ξύλων; ὃν γὰρ τρόπον μὴ ὄντος αὐτοῦ οὐ γίνεται καῦσις, οὕτω καὶ τῆς ἐπιτηδειότητος τῶν ξύλων ἀπούσης οὐ γίνεται καῦσις. ταύτῃ τε, εἰ αὐτό ἐστιν αἴτιον, ὅτι παρόντος αὐτοῦ γίνεται τὸ ἀποτέλεσμα καὶ ἀπόντος οὐ γίνεται, ἔσται καὶ ἡ ἐπιτηδειότης δι' ἑκάτερον τούτων αἴτιον.