1.

[9.244] ὥσπερ οὖν τῆς ῾῾δι᾽᾽ συλλαβῆς ἔκ τε τοῦ δέλτα καὶ ἰῶτα συνεστώσης ἄτοπός ἐστιν ὁ λέγων αἴτιον μὲν τοῦ ἀποτελεῖσθαι τὴν τοιαύτην συλλαβὴν τὸ δέλτα, οὐκ αἴτιον δὲ τὸ ἰῶτα, οὕτω συλλαβῇ μὲν ἐοικότος τοῦ καίεσθαι, στοιχείῳ δὲ τοῦ πυρὸς καὶ τῶν ξύλων, ἀτοπώτατός ἐστιν ὁ τὸ μὲν πῦρ αἴτιον λέγων τοῦ καίεσθαι, τὰ δὲ ξύλα μηδαμῶς. οὔτε γὰρ δίχα τοῦ πυρὸς οὔτε χωρὶς τῶν ξύλων γίνεται τὸ καίεσθαι, καθάπερ οὐδὲ ἡ συλλαβὴ χωρὶς τοῦ δέλτα ἢ τοῦ ἰῶτα.