1.

[9.247] μίαν μὲν γὰρ οὐκ ἔχει δύναμιν, ἐπείπερ εἰ μίαν εἶχεν, ὤφειλε πάντα ὁμοίως διατιθέναι καὶ μὴ διαφερόντως. οἷον ὁ ἥλιος καίει μὲν τὰ περὶ τὴν Αἰθιοπίαν μέρη, θάλπει δὲ τὰ πρὸς ἡμᾶς, καταυγάζει δὲ μόνον τοὺς Ὑπερβορέους, καὶ πήττει μὲν τὸν πηλόν (Cfr. M VIII 194), τήκει δὲ τὸν κηρόν, καὶ λευκαίνει μὲν τὰ ἐσθήματα, μελαίνει δὲ τὴν ἡμετέραν ἐπιφάνειαν, ἐρυθαίνει δὲ καρπούς τινας, καὶ ἡμῖν μὲν τοῦ ὁρᾶν αἴτιος γίνεται, τοῖς νυκτινόμοις δὲ τῶν ὀρνίθων, οἷον γλαυξὶ καὶ νυκτερίσι, τοῦ μὴ ὁρᾶν. ὥστε εἰ μίαν εἶχε δύναμιν, ὤφειλε ταὐτὸν ἐπὶ πάντων ποιεῖν˙ οὐχὶ δὲ ταὐτὸν ἐπὶ πάντων ποιεῖ˙ οὐκ ἄρα μίαν ἔχει δύναμιν.