1.

[9.249] Ναί, ἀλλ' εἰώθασι πρὸς τοῦτο ὑποτυγχάνειν οἱ δογματικοί, λέγοντες ὅτι παρὰ τὰ πάσχοντα καὶ τὰ διαστήματα πέφυκεν ἐξαλλάσσεσθαι τὰ γινόμενα ὑπὸ τοῦ αὐτοῦ αἰτίου ἀποτελέσματα, καθάπερ τοῦ ἡλίου. σύνεγγυς μὲν γὰρ ὢν τοῖς Αἰθίοψιν ἔοικε καίειν, μετρίως δὲ ἡμῶν ἀφεστηκὼς θάλπειν, πολὺ δὲ τῶν Ὑπερβορέων κεχωρισμένος θάλπει μὲν οὐδαμῶς, καταυγάζει δὲ μόνον˙