1.

[9.251] οἱ δὴ χρώμενοι τῇ τοιαύτῃ ὑποτεύξει σχεδὸν ἀμάχως ἡμῖν συγχωροῦσι τὸ μὴ ἕτερον εἶναι τοῦ πάσχοντος τὸ ποιοῦν. εἰ γὰρ οὐ διὰ τὸν ἥλιον γίνεται ἡ τῆξις τοῦ κηροῦ, ἀλλὰ διὰ τὴν ἰδιότητα τῆς περὶ τὸν κηρὸν φύσεως, φανερὸν ὡς οὐδὲ τὸ ἕτερον αἴτιόν ἐστι τῆς τήξεως τῷ κηρῷ, ἡ δὲ ἀμφοτέρων συνέλευσις, τοῦ τε ἡλίου καὶ τοῦ κηροῦ. τῆς δὲ ἀμφοτέρων συνόδου ποιούσης τὸ ἀποτέλεσμα, τουτέστι τὴν τῆξιν, οὐ μᾶλλον διὰ τὸν ἥλιον ὁ κηρὸς τήκεται ἢ διὰ τὸν κηρὸν ὁ ἥλιος τήκει. οὕτω τε ἄτοπον τὸ ἐκ συνόδου δυεῖν γινόμενον ἀποτέλεσμα μὴ τοῖς δυσὶν ἀνατιθέναι, τῷ δὲ ἑτέρῳ μόνῳ προσμαρτυρεῖν.