1.

[9.252] Καὶ μὴν εἰ ἔστι τί τινος αἴτιον, ἤτοι κεχώρισται τῆς πασχούσης ὕλης ἢ σύνεστιν αὐτῇ˙ οὔτε δὲ κεχωρισμένον αὐτῆς δύναται τυγχάνειν αἴτιον τοῦ πάσχειν αὐτὴν οὔτε συνὸν αὐτῇ, καθὼς παραστήσομεν˙ οὐκ ἄρα ἔστι τί τινος αἴτιον.