1.

[9.254] εἰ δὲ συνδυάζει τὸ ἕτερον τῷ ἑτέρῳ, ἤτοι αὐτὸ μόνον ποιεῖ τὸ λεγόμενον αἴτιον ὑπάρχειν, οὐχὶ δὲ πάσχει, ἢ ποιεῖ ἅμα καὶ πάσχει. καὶ εἰ μὲν ἅμα ποιεῖ καὶ πάσχει, ἑκάτερον ἔσται ποιοῦν τε καὶ πάσχον˙ ᾗ μὲν γὰρ αὐτὸ ποιεῖ, ἔσται πάσχουσα ἡ ὕλη, ᾗ δὲ ἡ ὕλη ποιεῖ, ἔσται ἐκεῖνο τὸ πάσχον. καὶ οὕτως οὐ μᾶλλον τὸ ποιοῦν γενήσεται ποιοῦν ἢ πάσχον, καὶ τὸ πάσχον οὐ μᾶλλον ἔσται πάσχον ἢ ποιοῦν˙ ὅπερ ἄτοπον.