1.

[9.255] εἰ δὲ ποιεῖ μέν, οὐκ ἀντιπάσχει δέ, ἤτοι κατὰ ψιλὴν ψαῦσιν, τουτέστι τὴν κατ' ἐπιφάνειαν, ποιεῖ, ἢ κατὰ διάδοσιν. καὶ ἔξωθεν μὲν προσπίπτον καὶ κατὰ ψιλὴν τὴν ἐπιφάνειαν παραβαλλόμενον τῇ πασχούσῃ ὕλῃ οὐ δυνήσεταί τι ποιεῖν˙ ἡ γὰρ ἐπιφάνεια ἀσώματός ἐστιν (Cfr. PH III 39, M III 77-82), τὸ δ' ἀσώματον οὔτε ποιεῖν οὔτε πάσχειν πέφυκεν.