1.

[9.256] οὐκ ἄρα κατὰ ψιλὴν παραβαλλόμενον τὴν ἐπιφάνειαν τὸ αἴτιον τῇ ὕλῃ τι ποιεῖν δυνήσεται. καὶ μὴν οὐδὲ κατὰ διάδοσιν οἷόν τέ ἐστιν αὐτὸ δρᾶν. ἤτοι γὰρ διὰ στερεῶν σωμάτων διίξεται ἢ διὰ νοητῶν τινῶν καὶ ἀναισθήτων πόρων (Cfr. PH II 98 et 140; M VIII 306 et 309). ἀλλὰ διὰ μὲν στερεῶν σωμάτων οὐκ ἂν φέροιτο˙ σῶμα γὰρ διὰ σώματος οὐ δύναται χωρεῖν.