1.

[9.257] εἰ δὲ διὰ πόρων τινῶν, ὀφείλει ταῖς περιγραφούσαις τοὺς πόρους ἐπιφανείαις προσπίπτον ποιεῖν. ἀλλ' αἵ γε ἐπιφάνειαί εἰσιν ἀσώματοι, καὶ τὸ ἀσώματον οὔτε ποιεῖν οὔτε πάσχειν εὔλογόν ἐστιν. τοίνυν οὐδὲ κατὰ διάδοσιν ποιεῖ τὸ αἴτιον. ᾧ ἕπεται τὸ μηδ' ὅλως αἴτιον αὐτὸ τυγχάνειν.