1.

[9.258] Ἔνεστι δὲ καὶ ἀπὸ τῆς ἁφῆς κοινότερον τῷ τε ποιοῦντι καὶ τῷ πάσχοντι ἐπαπορεῖν. ἵνα γάρ τι ποιήσῃ ἢ πάθῃ, ὀφείλει θιγεῖν ἢ θιχθῆναι˙ οὐδὲν δὲ οὔτε θιγεῖν οὔτε θιχθῆναι δύναται, καθὼς παραστήσομεν˙ οὐκ ἄρα ἔστιν ἢ τὸ ποιοῦν ἢ τὸ πάσχον.