1.

[9.260] ὅλον μὲν οὖν ὅλου οὐχ ἅπτεται κατὰ λόγον˙ εἰ γὰρ ὅλον ὅλου ἅπτεται, οὐ θίξις ἔσται ἀλλὰ ἕνωσις ἀμφοτέρων, καὶ τὰ δύο σώματα ἓν ἔσται σῶμα, διὰ τὸ καὶ τοῖς κατὰ βάθος ὀφείλειν τὸ ἕτερον τοῦ ἑτέρου θιγγάνειν διὰ τὸ καὶ ταῦτα τοῦ ὅλου καθεστάναι μέρη.