1.

[9.261] καὶ μὴν οὐδὲ μέρος μέρους θιγγάνειν δυνατόν ἐστιν. τὸ γὰρ μέρος κατὰ μὲν τὴν πρὸς τὸ ὅλον σχέσιν νοεῖται μέρος, κατὰ δὲ τὴν ἴδιον περιγραφήν ἐστιν ὅλον, πάλιν τε διὰ ταύτην τὴν αἰτίαν ἤτοι τὸ ὅλον μέρος τοῦ ὅλου μέρους ἅψεται ἢ μέρος μέρους. καὶ εἰ μὲν ὅλον ὅλου, ἑνωθήσεται καὶ ἀμφότερα ἓν γενήσεται σῶμα˙ εἰ δὲ μέρει μέρους, ἐκεῖνο πάλιν τὸ μέρος κατ' ἰδίαν περιγραφὴν ὅλον νοούμενον ἤτοι ὅλον ὅλου τοῦ μέρους ἅψεται ἢ μέρει τινί τινος μέρους, καὶ οὕτως εἰς ἄπειρον. οὐ τοίνυν οὐδὲ μέρος μέρους ἅπτεται. καὶ μὴν οὐδὲ ὅλον μέρους.