1.

[9.262] εἰ γὰρ τὸ ὅλον τοῦ μέρους ἅψεται, ἔσται καὶ τὸ ὅλον συνυποστελλόμενον τῷ μέρει μέρος καὶ τὸ μέρος ἀντιπαρεκτεινόμενον τῷ ὅλῳ ὅλον˙ τὸ γὰρ ἴσον τῷ μέρει τὴν τοῦ μέρους εἶχεν ἀναλογίαν, καὶ τὸ ἴσον τῷ ὅλῳ τὴν τοῦ ὅλου. τελέως δὲ ἀπερρωγός ἐστιν ἢ τὸ ὅλον ποιεῖν μέρος ἢ τὸ μέρος ἴσον ἀξιοῦν εἶναι τῷ ὅλῳ. τοίνυν οὐδὲ τὸ ὅλον τοῦ μέρους ἅπτεται.