1.

[9.263] καὶ ἄλλως, εἰ τὸ ὅλον τοῦ μέρους ἅπτεται, ἔσται ἑαυτοῦ μικρότερον καὶ πάλιν ἑαυτοῦ μεῖζον˙ ὅπερ ἐστὶ τοῦ προτέρου χεῖρον. τό τε γὰρ ὅλον εἰ τὸν αὐτὸν ἐπιλαμβάνει τόπον τῷ μέρει, ἴσον ἔσται τῷ μέρει, ἴσον δὲ τούτῳ γενόμενον μικρότερον ἑαυτοῦ ἔσται˙ καὶ ἀνάπαλιν τὸ μέρος εἰ ἀντιπαρεκτείνεται τῷ ὅλῳ, τὸν αὐτὸν ἐφέξει τούτῳ τόπον, τῷ δὲ ὅλῳ τὸν αὐτὸν ἐπεσχηκὸς τόπον ἔσται μεῖζον ἑαυτοῦ.